Anmerkungen und Übersetzungshilfen

Die Luft als Urstoff

Ἀναξιμένης δὲ Εὐρυστράτου Μιλήσιος, ἑταῖρος γεγονὼς Ἀναξιμάνδρου, μίαν μὲν καὶ αὐτὸς τὴν ὑποκειμένην φύσιν καὶ ἄπειρόν φησιν ὥσπερ ἐκεῖνος, οὐκ ἀόριστον δὲ ὥσπερ ἐκεῖνος, ἀλλὰ ὡρισμένην, ἀέρα λέγων αὐτήν.

ὑπόκειμαι zugrunde liegen - ἀόριστος unbestimmt

Διαφέρειν δὲ μανότητι καὶ πυκνότητι κατὰ τὰς οὐσίας.

ἡ μανότης Verdünnung - ἡ πυκνότης Verdichtung

erg. λέγει (AcI)

Καὶ ἀραιούμενον μὲν πῦρ γίνεσθαι, πυκνούμενον δὲ ἄνεμον, εἶτα νέφος, ἔτι δὲ μᾶλλον ὕδωρ, εἶτα γῆν, εἶτα λίθους, τὰ δὲ ἄλλα ἐκ τούτων.

αἱ οὐσίαι (hier) Seinszustände - ἀραιοῦν lockern, verdünnen

erg. λέγει (AcI)

Κίνησιν δὲ καὶ οὗτος ἀίδιον ποιεῖ, δι’ ἣν καὶ τὴν μεταβολὴν γίνεσθαι.

ἀίδιος ewig, immerwährend - ποιέω (hier) etw. annehmen als - ἡ μεταβολή Veränderung

Die Luft umfasst Alles

Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο·

ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι.

ἀναλύεσθαι sich auflösen

Οἷον ἡ ψυχή“, φησίν, „ἡ ἡμετέρα ἀὴρ οὖσα συγκρατεῖ ἡμᾶς, καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει.“

συγκρατεῖν zusammenhalten, beherrschen - τὸ πνεῦμα Lufthauch, Atem

Λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα.

συνωνύμως gleichbedeutend

Ἁμαρτάνει δὲ καὶ οὗτος ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα·

μονοειδής eingestaltig, einfach - συνιστάναι aus etw. bestehen

ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι, ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι·

ὑφιστάναι vorhanden sein

οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τουτέστιν ὁ ἀργυροκόπος·

τὸ ἔκπωμα Gefäß, Becher - τουτέστιν das heißt - ὁ ἀργυροκόπος Silberschmied

ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου καὶ τῆς ἄλλης ὕλης.

ἡ ὕλη Materie

Gott ist Luft!

Τὸν ἀέρα θεὸν εἶναι.

erg. λέγει (AcI)







Last modified: Wednesday, 28 March 2018, 8:40 AM