Anmerkungen und Übersetzungshilfen

Das Apeiron ist der Ursprung von allem.

Ἀναξίμανδρος μὲν Πραξιάδου Μιλήσιος Θαλοῦ γενόμενος διάδοχος καὶ μαθητὴς ἀρχήν τε καὶ στοιχεῖον εἴρηκε τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοῦτο τοὔνομα κομίσας τῆς ἀρχῆς.

Vereinfachte Version: Ἀναξίμανδρος εἴρηκε ἀρχὴν τῶν ὄντων εἶναι τὸ ἄπειρον καὶ ἐκόμισεν πρῶτος τοῦτο τὸ ὄνομα τῆς ἀρχῆς.

διάδοχος  Nachfolger - ἄπειρος unbegrenzt - κομίζειν einführen

Λέγει δ’ αὐτὴν μήτε ὕδωρ μήτε ἄλλο τι τῶν καλουμένων εἶναι στοιχείων, ἀλλ’ ἑτέραν τινὰ φύσιν ἄπειρον, ἐξ ἧς ἅπαντας γίνεσθαι τοὺς οὐρανοὺς καὶ τοὺς ἐν αὐτοῖς κόσμους·

ἡ φύσις (hier) Urgrund, Wesenheit - Anaximander nimmt an, dass es viele Welten gibt.

ἐξ ὧν δὲ ἡ γένεσίς ἐστι τοῖς οὖσι, καὶ τὴν φθορὰν εἰς ταῦτα γίνεσθαι κατὰ τὸ χρεών·

ἡ φθορά Vergehen, Untergang - τὸ χρεών die Notwendigkeit

Ergänze: λέγει ... γίνεσθαι

διδόναι γὰρ αὐτὰ δίκην καὶ τίσιν ἀλλήλοις τῆς ἀδικίας κατὰ τὴν τοῦ χρόνου τάξιν, ποιητικωτέροις οὕτως ὀνόμασιν αὐτὰ λέγων.

δίκην καὶ τίσιν διδόναι Buße und Genugtuung leisten - ἡ τάξις Ordnung
ποιητικός dichterisch

Ergänze: λέγει ... διδόναι

Die Eigenschaften des Apeiron

Ἅπαντα γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς, τοῦ δὲ ἀπείρου οὐκ ἔστιν ἀρχή· εἴη γὰρ ἂν αὐτοῦ πέρας.

ἄρχή (hier) Anfang - τὸ πέρας die Grenze

Ἔτι δὲ καὶ ἀγένητον καὶ ἄφθαρτον ὡς ἀρχή τις οὖσα·

ἄγένητος unentstanden - ἄφθαρτος unvergänglich - ὡς (mit adverbialem Partizip) weil

τό τε γὰρ γενόμενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἐστὶ φθορᾶς.

τέλος λαβεῖν ein Ende nehmen

Ergänze: ἀνάγκη ἐστίν τὸ γενόμενον τέλος λαβεῖν ...

Διὸ καθάπερ λέγομεν, οὐ ταύτης ἀρχή, ἀλλ’ αὕτη τῶν ἄλλων εἶναι δοκεῖ καὶ περιέχειν ἅπαντα καὶ πάντα κυβερνᾶν, … καὶ τοῦτ’ εἶναι τὸ θεῖον· ἀθάνατον γὰρ καὶ ἀνώλεθρον.

καθάπερ wie - περιέχειν umfassen - κυβερνᾶν steuern, lenken - ἀνώλεθρος unvergänglich

Die Gegensätze bei Anaximander

Ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνεσθαι, ὥσπερ Ἀναξίμανδρός φησι.

ἡ ἐναντιότης,ητος der Gegensatz - ἐκκρίνεσθαι ausgesondert werden, entstehen

Ἐναντιότητες δέ εἰσι θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, καὶ τὰ ἄλλα.

ψυχρός kalt - ξηρός trocken - ὑγρός feucht




Last modified: Thursday, 29 December 2016, 10:04 AM