Anmerkungen und Übersetzungshilfen

Thales A12 (Wasser als Urstoff)

δεῖ γὰρ εἶναί τινα φύσιν ἢ μίαν ἢ πλείους μιᾶς, ἐξ ὧν γίγνεται τἆλλα σῳζομένης ἐκείνης.

μιᾶς Genitivus comparationis - τἆλλα ~ τὰ ἄλλα (Krasis) - σῳζομένης ἐκείνης Genitivus absolutus

τὸ μέντοι πλῆθος καὶ τὸ εἶδος τῆς τοιαύτης ἀρχῆς οὐ τὸ αὐτὸ πάντες λέγουσιν, ἀλλὰ Θαλῆς μὲν ὁ τῆς τοιαύτης ἀρχηγὸς φιλοσοφίας ὕδωρ εἶναί φησιν

τὸ πλῆθος Menge, Anzahl - ὁ ἀρχηγóς Begründer, Urheber

διὸ καὶ τὴν γῆν ἐφ' ὕδατος ἀπεφαίνετο εἶναι

ἐπί (mit Genitiv) auf - ἀποφαίνομαι erklären, sich äußern

λαβὼν ἴσως τὴν ὑπόληψιν ταύτην ἐκ τοῦ πάντων ὁρᾶν τὴν τροφὴν ὑγρὰν οὖσαν καὶ αὐτὸ τὸ θερμὸν ἐκ τούτου γιγνόμενον καὶ τούτῳ ζῶν

ἡ ὑπόληψις Annahme, Vermutung - ὑγρός feucht, nass 

τὸ δ' ἐξ οὗ γίγνεται, τοῦτ' ἐστὶν ἀρχὴ πάντων

διά τε δὴ τοῦτο τὴν ὑπόληψιν λαβὼν ταύτην καὶ διὰ τὸ πάντων τὰ σπέρματα τὴν φύσιν ὑγρὰν ἔχειν·

τὸ σπέρμα Same

τὸ δ' ὕδωρ ἀρχὴ τῆς φύσεώς ἐστι τοῖς ὑγροῖς.

εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίους καὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν·

παμπάλαιος uralt, ganz alt - ἡ νῦν γένεσις die jetzt lebende Generation   -   θεολογέω über die Götter reden, nach den göttlichen Dingen forschen 

Ὠκεανόν τε γὰρ καὶ Τηθὺν ἐποίησαν τῆς γενέσεως πατέρας καὶ τὸν ὅρκον τῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπ' αὐτῶν Στύγα τῶν ποιητῶν·

τίμιος wertvoll, angesehen

τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον, ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν.

Thales A22b (Hylozoismus)

…Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν εἶναι

πλήρης (mit Genitiv) voll von etw.

Last modified: Thursday, 29 December 2016, 10:05 AM