Anmerkungen und Übersetzungshilfen

Was die ersten Philosophen wollten

τῶν δὴ πρώτων φιλοσοφησάντων οἱ πλεῖστοι τὰς ἐν ὕλης εἴδει μόνας ᾠήθησαν ἀρχὰς εἶναι πάντων·

Vereinfachte Version: οἱ πλεῖστοι τῶν δὴ πρώτων φιλοσοφησάντων ᾠήθησαν τὰς ἐν ὕλης εἴδει ἀρχὰς εἶναι μόνας ἀρχὰς πάντων τῶν ὄντων.

ἡ ὕλη - Holz, Baustoff, Materie   -   ἐν ὕλης εἴδει in Gestalt von Materie, stofflich   -   τὰς ... ἀρχὰς Urgrund, Prinzip.

ἐξ οὗ γὰρ ἔστιν ἅπαντα τὰ ὄντα καὶ ἐξ οὗ γίγνεται πρώτου καὶ εἰς ὃ φθείρεται τελευταῖον, τῆς μὲν οὐσίας ὑπομενούσης τοῖς δὲ πάθεσι μεταβαλλούσης, τοῦτο στοιχεῖον καὶ ταύτην ἀρχήν φασιν εἶναι τῶν ὄντων,

Vereinfachte Version: οἱ πλεῖστοι τῶν δὴ πρώτων φιλοσοφησάντων φασίν τοῦτο, ἐξ οὗ ἅπαντα τὰ ὄντα ἔστιν καὶ ἐξ οὗ γίγνεται καὶ εἰς ὃ φθείρεται, ... ἀρχήν τῶν ὄντων εἶναι.

τὰ ὄντα das Seiende, die existierenden Dinge (alles, was existiert)   -   ἡ οὐσία Wesen, grundlegende Substanz   -   ὑπομένω - (erhalten) bleiben   -   τὸ πάθος Zustand, Erscheinungsform   -   τὸ στοιχεῖον Element   -   ἡ ἀρχὴ Natur, Wesen (die Begriffe ... werden hier fast gleichbedeutend verwendet) 

καὶ διὰ τοῦτο οὔτε γίγνεσθαι οὐθὲν οἴονται οὔτε ἀπόλλυσθαι, ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σῳζομένης.

Vereinfachte Version:  καὶ διὰ τοῦτο οἴονται οὔτε γίγνεσθαι οὐδὲν οὔτε ἀπόλλυσθαι, ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σῳζομένης.

σῴζομαι (hier) erhalten bleiben

Das Staunen als Ursprung der Philosophie

διὰ γὰρ τὸ θαυμάζειν οἱ ἄνθρωποι καὶ νῦν καὶ τὸ πρῶτον ἤρξαντο φιλοσοφεῖν, ἐξ ἀρχῆς μὲν τὰ πρόχειρα τῶν ἀτόπων θαυμάσαντες, εἶτα κατὰ μικρὸν οὕτω προϊόντες καὶ περὶ τῶν μειζόνων διαπορήσαντες, οἷον περί τε τῶν τῆς σελήνης παθημάτων καὶ τῶν περὶ τὸν ἥλιον καὶ ἄστρα καὶ περὶ τῆς τοῦ παντὸς γενέσεως.

τὰ πρόχειρα das, was vor den Händen liegt   -   κατὰ μικρὸν in kleinen Schritten   -    τὸ πάθος Zustand, Erscheinungsform 

Vereinfachte Version:  διὰ τὸ θαυμάζειν οἱ ἄνθρωποι ἤρξαντο φιλοσοφεῖν, ἐξ ἀρχῆς ... θαυμάσαντες, εἶτα ... προϊόντες καὶ ... διαπορήσαντες.

ὁ δ’ ἀπορῶν καὶ θαυμάζων οἴεται ἀγνοεῖν (διὸ καὶ ὁ φιλόμυθος φιλόσοφός πώς ἐστιν·ὁ γὰρ μῦθος σύγκειται ἐκ θαυμασίων)·ὥστ’ εἴπερ διὰ τὸ φεύγειν τὴν ἄγνοιαν ἐφιλοσόφησαν, φανερὸν ὅτι διὰ τὸ εἰδέναι τὸ ἐπίστασθαι ἐδίωκον καὶ οὐ χρήσεώς τινος ἕνεκεν.

σύγκειται bestehen aus etw.   -   ἡ χρῆσις, εως Notwendigkeit, Zwang


Last modified: Thursday, 29 December 2016, 10:46 AM